Add parallel Print Page Options

12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13 καὶ τροχιὰς ὀρθὰς [a]ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ [b]δι’ αὐτῆς μιανθῶσιν [c]πολλοί, 16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια [d]ἑαυτοῦ. 17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

18 Οὐ γὰρ προσεληλύθατε [e]ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ [f]ζόφῳ καὶ θυέλλῃ 19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο [g]μὴ προστεθῆναι αὐτοῖς λόγον· 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· 21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει 23 καὶ ἐκκλησίᾳ πρωτοτόκων [h]ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.

25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ [i]ἐξέφυγον [j]ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, [k]πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ [l]σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ [m]τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς [n]λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ [o]εὐλαβείας καὶ δέους, 29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:13 ποιεῖτε WH Treg NIV ] ποιήσατε RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:15 δι᾽ αὐτῆς WH NIV ] διὰ ταύτης Treg RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:15 πολλοί NIV RP ] οἱ πολλοί WH Treg
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:16 ἑαυτοῦ WH Treg NIV ] αὐτοῦ RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:18 ψηλαφωμένῳ WH Treg NIV ] + ὄρει RP
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:18 ζόφῳ WH Treg NIV ] σκότῳ RP
  7. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:19 μὴ Treg NIV RP ] – WH
  8. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:23 ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NIV ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP
  9. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐξέφυγον WH Treg NIV ] ἔφυγον RP
  10. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NIV ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP
  11. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 πολὺ WH Treg NIV ] πολλῷ RP
  12. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:26 σείσω WH Treg NIV ] σείω RP
  13. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:27 τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NIV; τῶν σαλευομένων τὴν RP
  14. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 λατρεύωμεν WH Treg NIV ] λατρεύομεν RP
  15. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 εὐλαβείας καὶ δέους WH Treg NIV ] αἰδοῦς καὶ εὐλαβείας RP